1 Corinthians Chapter 10

Note: Click any word below to get the Greek or Hebrew definition.

1. Moreover, brethren, I would not that ye should be ignorant, how that all our fathers were under the cloud, and all passed through the sea;

1 Οὐ θέλω ⸀γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,

Register Now To Take Notes

2. And were all baptized unto Moses in the cloud and in the sea;

2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,

Register Now To Take Notes

3. And did all eat the same spiritual meat;

3 καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα⸃ ἔφαγον

Register Now To Take Notes

4. And did all drink the same spiritual drink: for they drank of that spiritual Rock that followed them: and that Rock was Christ.

4 καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα⸃, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ⸃ ἦν ὁ Χριστός·

Register Now To Take Notes

5. But with many of them God was not well pleased: for they were overthrown in the wilderness.

5 ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

Register Now To Take Notes

6. Now these things were our examples, to the intent we should not lust after evil things, as they also lusted.

6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

Register Now To Take Notes

7. Neither be ye idolaters, as were some of them; as it is written, The people sat down to eat and drink, and rose up to play.

7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.

Register Now To Take Notes

8. Neither let us commit fornication, as some of them committed, and fell in one day three and twenty thousand.

8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.

Register Now To Take Notes

9. Neither let us tempt Christ, as some of them also tempted, and were destroyed of serpents.

9 μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο.

Register Now To Take Notes

10. Neither murmur ye, as some of them also murmured, and were destroyed of the destroyer.

10 μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

Register Now To Take Notes

11. Now all these things happened unto them for ensamples: and they are written for our admonition, upon whom the ends of the world are come.

11 ταῦτα ⸀δὲ ⸂τυπικῶς συνέβαινεν⸃ ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν.

Register Now To Take Notes

12. Wherefore let him that thinketh he standeth take heed lest he fall.

12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,

Register Now To Take Notes

13. There hath no temptation taken you but such as is common to man: but God is faithful, who will not suffer you to be tempted above that ye are able; but will with the temptation also make a way to escape, that ye may be able to bear it.

13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι ὑπενεγκεῖν.

Register Now To Take Notes

14. Wherefore, my dearly beloved, flee from idolatry.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.

Register Now To Take Notes

15. I speak as to wise men; judge ye what I say.

15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.

Register Now To Take Notes

16. The cup of blessing which we bless, is it not the communion of the blood of Christ? The bread which we break, is it not the communion of the body of Christ?

16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;

Register Now To Take Notes

17. For we being many are one bread, and one body: for we are all partakers of that one bread.

17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

Register Now To Take Notes

18. Behold Israel after the flesh: are not they which eat of the sacrifices partakers of the altar?

18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;

Register Now To Take Notes

19. What say I then? that the idol is any thing, or that which is offered in sacrifice to idols is any thing?

19 τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν⸃ τί ἐστιν;

Register Now To Take Notes

20. But I say, that the things which the Gentiles sacrifice, they sacrifice to devils, and not to God: and I would not that ye should have fellowship with devils.

20 ἀλλ’ ὅτι ἃ ⸀θύουσιν, δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.

Register Now To Take Notes

21. Ye cannot drink the cup of the Lord, and the cup of devils: ye cannot be partakers of the Lord’s table, and of the table of devils.

21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.

Register Now To Take Notes

22. Do we provoke the Lord to jealousy? are we stronger than he?

22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

Register Now To Take Notes

23. All things are lawful for me, but all things are not expedient: all things are lawful for me, but all things edify not.

23 ⸀Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ⸁πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.

Register Now To Take Notes

24. Let no man seek his own, but every man another’s wealth.

24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου.

Register Now To Take Notes

25. Whatsoever is sold in the shambles, that eat, asking no question for conscience sake:

25 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν,

Register Now To Take Notes

26. For the earth is the Lord’s, and the fulness thereof.

26 τοῦ ⸂κυρίου γὰρ⸃ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

Register Now To Take Notes

27. If any of them that believe not bid you to a feast, and ye be disposed to go; whatsoever is set before you, eat, asking no question for conscience sake.

27 ⸀εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

Register Now To Take Notes

28. But if any man say unto you, This is offered in sacrifice unto idols, eat not for his sake that shewed it, and for conscience sake: for the earth is the Lord’s, and the fulness thereof:

28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν·

Register Now To Take Notes

29. Conscience, I say, not thine own, but of the other: for why is my liberty judged of another man’s conscience?

29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

Register Now To Take Notes

30. For if I by grace be a partaker, why am I evil spoken of for that for which I give thanks?

30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

Register Now To Take Notes

31. Whether therefore ye eat, or drink, or whatsoever ye do, do all to the glory of God.

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.

Register Now To Take Notes

32. Give none offence, neither to the Jews, nor to the Gentiles, nor to the church of God:

32 ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθε⸃ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,

Register Now To Take Notes

33. Even as I please all men in all things, not seeking mine own profit, but the profit of many, that they may be saved.

33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Register Now To Take Notes

1 Corinthians Chapter 10

1 Οὐ θέλω ⸀γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,

2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,

3 καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα⸃ ἔφαγον

4 καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα⸃, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ⸃ ἦν ὁ Χριστός·

5 ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.

7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.

8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.

9 μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο.

10 μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

11 ταῦτα ⸀δὲ ⸂τυπικῶς συνέβαινεν⸃ ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν.

12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,

13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.

15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.

16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;

17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;

19 τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν⸃ τί ἐστιν;

20 ἀλλ’ ὅτι ἃ ⸀θύουσιν, δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.

21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.

22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 ⸀Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ⸁πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.

24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου.

25 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν,

26 τοῦ ⸂κυρίου γὰρ⸃ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

27 ⸀εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν·

29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.

32 ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθε⸃ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,

33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Please register in order to make notes.