Galatians Chapter 5

Note: Click any word below to get the Greek or Hebrew definition.

1. Stand fast therefore in the liberty wherewith Christ hath made us free, and be not entangled again with the yoke of bondage.

1 τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

Register Now To Take Notes

2. Behold, I Paul say unto you, that if ye be circumcised, Christ shall profit you nothing.

2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Register Now To Take Notes

3. For I testify again to every man that is circumcised, that he is a debtor to do the whole law.

3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.

Register Now To Take Notes

4. Christ is become of no effect unto you, whosoever of you are justified by the law; ye are fallen from grace.

4 κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.

Register Now To Take Notes

5. For we through the Spirit wait for the hope of righteousness by faith.

5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.

Register Now To Take Notes

6. For in Jesus Christ neither circumcision availeth any thing, nor uncircumcision; but faith which worketh by love.

6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.

Register Now To Take Notes

7. Ye did run well; who did hinder you that ye should not obey the truth?

7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι;

Register Now To Take Notes

8. This persuasion cometh not of him that calleth you.

8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.

Register Now To Take Notes

9. A little leaven leaveneth the whole lump.

9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

Register Now To Take Notes

10. I have confidence in you through the Lord, that ye will be none otherwise minded: but he that troubleth you shall bear his judgment, whosoever he be.

10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ.

Register Now To Take Notes

11. And I, brethren, if I yet preach circumcision, why do I yet suffer persecution? then is the offence of the cross ceased.

11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

Register Now To Take Notes

12. I would they were even cut off which trouble you.

12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

Register Now To Take Notes

13. For, brethren, ye have been called unto liberty; only use not liberty for an occasion to the flesh, but by love serve one another.

13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·

Register Now To Take Notes

14. For all the law is fulfilled in one word, even in this; Thou shalt love thy neighbour as thyself.

14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν.

Register Now To Take Notes

15. But if ye bite and devour one another, take heed that ye be not consumed one of another.

15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.

Register Now To Take Notes

16. This I say then, Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh.

16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

Register Now To Take Notes

17. For the flesh lusteth against the Spirit, and the Spirit against the flesh: and these are contrary the one to the other: so that ye cannot do the things that ye would.

17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε.

Register Now To Take Notes

18. But if ye be led of the Spirit, ye are not under the law.

18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

Register Now To Take Notes

19. Now the works of the flesh are manifest, which are these; Adultery, fornication, uncleanness, lasciviousness,

19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,

Register Now To Take Notes

20. Idolatry, witchcraft, hatred, variance, emulations, wrath, strife, seditions, heresies,

20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,

Register Now To Take Notes

21. Envyings, murders, drunkenness, revellings, and such like: of the which I tell you before, as I have also told you in time past, that they which do such things shall not inherit the kingdom of God.

21 ⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

Register Now To Take Notes

22. But the fruit of the Spirit is love, joy, peace, longsuffering, gentleness, goodness, faith,

22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,

Register Now To Take Notes

23. Meekness, temperance: against such there is no law.

23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.

Register Now To Take Notes

24. And they that are Christ’s have crucified the flesh with the affections and lusts.

24 οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.

Register Now To Take Notes

25. If we live in the Spirit, let us also walk in the Spirit.

25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.

Register Now To Take Notes

26. Let us not be desirous of vain glory, provoking one another, envying one another.

26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Register Now To Take Notes

Galatians Chapter 5

1 τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.

4 κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.

5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.

6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.

7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι;

8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.

9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ.

11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·

14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν.

15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.

16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε.

18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,

20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,

21 ⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,

23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.

24 οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.

25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.

26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Please register in order to make notes.