2 Timothy Chapter 4

Note: Click any word below to get the Greek or Hebrew definition.

1. I charge thee therefore before God, and the Lord Jesus Christ, who shall judge the quick and the dead at his appearing and his kingdom;

1 ⸀Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·

Register Now To Take Notes

2. Preach the word; be instant in season, out of season; reprove, rebuke, exhort with all longsuffering and doctrine.

2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.

Register Now To Take Notes

3. For the time will come when they will not endure sound doctrine; but after their own lusts shall they heap to themselves teachers, having itching ears;

3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας⸃ ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,

Register Now To Take Notes

4. And they shall turn away their ears from the truth, and shall be turned unto fables.

4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

Register Now To Take Notes

5. But watch thou in all things, endure afflictions, do the work of an evangelist, make full proof of thy ministry.

5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

Register Now To Take Notes

6. For I am now ready to be offered, and the time of my departure is at hand.

6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου⸃ ἐφέστηκεν.

Register Now To Take Notes

7. I have fought a good fight, I have finished my course, I have kept the faith:

7 τὸν ⸂καλὸν ἀγῶνα⸃ ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·

Register Now To Take Notes

8. Henceforth there is laid up for me a crown of righteousness, which the Lord, the righteous judge, shall give me at that day: and not to me only, but unto all them also that love his appearing.

8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Register Now To Take Notes

9. Do thy diligence to come shortly unto me:

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·

Register Now To Take Notes

10. For Demas hath forsaken me, having loved this present world, and is departed unto Thessalonica; Crescens to Galatia, Titus unto Dalmatia.

10 Δημᾶς γάρ με ⸀ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·

Register Now To Take Notes

11. Only Luke is with me. Take Mark, and bring him with thee: for he is profitable to me for the ministry.

11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν,

Register Now To Take Notes

12. And Tychicus have I sent to Ephesus.

12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.

Register Now To Take Notes

13. The cloak that I left at Troas with Carpus, when thou comest, bring with thee, and the books, but especially the parchments.

13 τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.

Register Now To Take Notes

14. Alexander the coppersmith did me much evil: the Lord reward him according to his works:

14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ—

Register Now To Take Notes

15. Of whom be thou ware also; for he hath greatly withstood our words.

15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη τοῖς ἡμετέροις λόγοις.

Register Now To Take Notes

16. At my first answer no man stood with me, but all men forsook me: I pray God that it may not be laid to their charge.

16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο, ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη—

Register Now To Take Notes

17. Notwithstanding the Lord stood with me, and strengthened me; that by me the preaching might be fully known, and that all the Gentiles might hear: and I was delivered out of the mouth of the lion.

17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.

Register Now To Take Notes

18. And the Lord shall deliver me from every evil work, and will preserve me unto his heavenly kingdom: to whom be glory for ever and ever. Amen.

18 ⸀ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Register Now To Take Notes

19. Salute Prisca and Aquila, and the household of Onesiphorus.

19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.

Register Now To Take Notes

20. Erastus abode at Corinth: but Trophimus have I left at Miletum sick.

20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.

Register Now To Take Notes

21. Do thy diligence to come before winter. Eubulus greeteth thee, and Pudens, and Linus, and Claudia, and all the brethren.

21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.

Register Now To Take Notes

22. The Lord Jesus Christ be with thy spirit. Grace be with you. Amen.

22 Ὁ ⸀κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ⸀ὑμῶν.

Register Now To Take Notes

2 Timothy Chapter 4

1 ⸀Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·

2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.

3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας⸃ ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,

4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου⸃ ἐφέστηκεν.

7 τὸν ⸂καλὸν ἀγῶνα⸃ ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·

8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·

10 Δημᾶς γάρ με ⸀ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·

11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν,

12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.

13 τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.

14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ—

15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη τοῖς ἡμετέροις λόγοις.

16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο, ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη—

17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.

18 ⸀ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.

20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.

21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.

22 Ὁ ⸀κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ⸀ὑμῶν.

Please register in order to make notes.